Apr. 4th, 2011

illyabey: (Default)
Иллюстрация из рукописи Национальной Нидерландской библиотеки (Hague, MMW, 10 B 25, Folio 32r)  Франция, сер. XV в. 76 ff.ΕΡΩΤΗΣΙΣ  ΚΗ΄.

Τί σημαίνει τό ἐν τῷ ρα΄  ψαλμῷ εἰρημένον, " Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ."

Ἀπόκρισις.

Ὁ πελεκάς οὗτος ὄρνεόν ἐστιν· ὁ δέ ὄφις, πολύ (809) ἐχθραίνει τῶν νοητῶν [Rrg. τοῖς νεοττοῖς] αὐτοῦ. Αὐτός δέ τί μηχανᾶται; Εἰς ὕψος πήγνυσι τήν καλιάν αὐτοῦ, πανταχόθεν περιφράσσων αὐτήν διά τόν ὄφιν. Τί οὖν ποιεῖ ὁ κακομήχανος ὄψις; Περισκοπεῖ ὅθεν πνέει ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τόν ἰόν αὐτοῦ, καί τελευτῶσιν. Ἔρχεται οὖν ὁ πελεκάν, καί θεωρεῖ ὅτι ἀπέθανον αὐτοῦ τά παιδία· καί σκοπεῖ νεφέλην, καί πετάται εἰς ὕψος μετά τῶν πτερύγων· τύπτει τε αὐτοῦ τάς πλευράς, καί διά τῆς νεφέλης ἐπιστάζει τούτοις, καί ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκάν εἰς τόν Κύριον· τά δέ παιδία αὐτοῦ, ὁ Ἀδάμ καί ἡ Εὔα, ἡ ἡμετέρα φύσις· ἡ δέ καλιά αὐτοῦ, ὁ παράδεισος· ὁ δέ ὄφις, ὁ ἀποστάτης διάβολος.  Ἐνεφύσησεν οὖν ὁ ἀρχέκακος ὄφις διά τῆς παρακοῆς τοῖς πρωτοπλάστοις, καί γεγόνασιν νεκροί τῇ ἁμαρτίᾳ. Ὁ γοῦν Κύριος ἡμῶν καί Θεός διά τήν πρός ἡμᾶς ἀγάπην ὑψοῦται ἐπί τοῦ τιμίου σταυροῦ· καί νυγείς τήν πλευράν, διά τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος ζωήν ἡμῖν ἐδωρήσατο τήν αἰώνιον.
ΠΕΥΣΕΙΣ, ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΚΑΙ ΕΡΩΤΗΣΕΙΣ ΚΑΙ ΕΚΛΟΓΑΙ

April 2017

S M T W T F S
      1
2345678
9101112131415
1617181920 2122
2324 25 26 27 2829
30      

Most Popular Tags

Style Credit

Expand Cut Tags

No cut tags
Page generated Oct. 20th, 2017 09:03 am
Powered by Dreamwidth Studios